ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΧΑΤΖΗΓΙΩΡΓΗ

 ΕΣΠΕΡΙΝΟΣ- – ΟΡΘΡΟΣ-
ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΧΑΤΖΗΓΙΩΡΓΗ ΤΟΥ ΑΘΩΝΙΤΟΥ .
ΣΥΓΓΡΑΦΗ
ΠΡΩΤΟΠΡΕΣΒΥΤΕΡΟΥ ΜΙΧΑΗΛ ΜΕΓΑΓΙΑΝΝΗ .
Απολυτικιον Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
 Καπαδοκίας ο γόνος και του Αθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Γεώργιον Χατζηγιώργη  τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, εξοριας βασανων τα δεινα, νηστείας αγρυπνίας, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσούντας, τών εν πίστει προστρεχόντων σοι, Δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ θαυματώσαντι , δόξα τώ ενεργούντι διά σού πάσιν ιάματα.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α
́. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα, τοῦ ὄρους Ἄθωνος, τὸν ἐπ' ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λαμπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, Γεώργιον Χατζηγιώργη  τιμήσωμεν
.
 B2.jpg
Σεπτήν Εντολή του Μακαριωτάτου Αρχιεπισκόπου Αμερικής         κκ Μιχαήλ και της Ιεράς Συνοδού αυτού συγγράφω την Ιερά Ακολουθία του Οσιου Γεωργίου Χατζηγιώργη του Αθωνίτου, ενός Καππαδόκη Αγίου προς δόξα θεού . Θέλω να ευχαριστήσω ταπεινά τον Άγιο Αμερικής κκ Μιχαηλ  καθώς και την Αγία και Ιερά Σύνοδο αυτού τον Καθηγουμενον της Ιερας Μονης Αρχαγγελων Κερατεας Μητροπολιτην Καισαρειας κκ Σεραφειμ  δια την Μεγάλη τιμή που έλαβα δια την συγγραφή αυτήν εύχομαι ο καλός θεός και ο Άγιος μας Γεώργιος ο Χατζηγιώργης Να πρεσβεύει υπέρ ημών .
Πρωτοπρεσβύτερος Μιχαήλ Μεγαγιάννης .
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Ιερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Χορός Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς 103
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα· ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Αναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτά· ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν,
ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν· ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ο ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.
Ορη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Εξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ως ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων· ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον.
δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος.
Αποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ητω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
Ασω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω·
ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ιερεύς : Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κυριε Ελέησον
Ιερεύς :Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κύριε Ελέησον
Ιερεύς :Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κύριε Ελέησον
Ιερεύς :Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κύριε Ελέησον
Ιερεύς :Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κύριε Ελέησον
Ιερεύς :Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κύριε Ελέησον
Ιερεύς :Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ιερεύς :Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κύριε Ελέησον
Ιερεύς :Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κύριε Ελέησον
Ιερεύς :Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κύριε Ελέησον
Ιερεύς :Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κύριε Ελέησον
Ιερεύς :Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Χορος : Κύριε Ελέησον
Ιερεύς :Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Χορος : Σοί Κύριε
Ιερεύς :Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Χορος : Ἀμήν.
Ἦχος πλ. β'  Ψαλμὸς 140
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς 141
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἦχο πλ δ                                                     Τὶ ὑμᾶς καλέσωμεν
Τὶ σε Γεωργιον ὀνομάσωμεν; ἀσκητήν, ὅτι τὰ πάθη καθυπέταξας τῷ νῷ, Ἀθλητήν, ὅτι πρὸς πᾶσαν ἐκαρτέρησας ποινήν, πρὸς ὕψος, προς γῆς εστερεωσας , ἐν πέτρᾳ ἀληθείας ἐρειδόμενον, ἀγωνιστὴν προθυμότατον, καὶ ἰατρὸν ἐμπειρότατον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ἦχος πλ. δ'                                                                Τὶ σε Γεωργιε προσφθεγξώμεθα; τῶν παθῶν ἐκριζωτήν, καὶ φυτοκόμον ἀρετῶν, ἀληθῆ θαυματουργόν, καὶ πρεσβευτὴν ἁμαρτωλῶν, πνευμάτων ἐλατῆρα γενναιότατον, φωστῆρα εὐσεβείᾳ διαλάμποντα, τοῦ Πνεύματος καταγώγιον· τῆς Ἐκκλησίας ὑπέρμαχον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Ἦχος πλ. δ'                                                                Γεωργιον Χατζηγιωργην  νῦν καλέσωμεν; Μοναστῶν ὑπογραμμόν, καὶ ἐγκρατείας παιδευτήν, ἐγκαλλώπισμα πιστῶν, καὶ ἰαμάτων αὐτουργόν, λυχνίαν, τοῖς ἐν σκότει φῶς αὐγάζουσαν, Ἀγγέλων συμπολίτην καὶ ἰσότιμον, τοῦ Παραδείσου οἰκήτορα, καὶ ἐπουράνιον ἄνθρωπον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
Ὁ λαμπρότατος ἥλιος, Προφητικος ο λογος περίδοξος, εὐφημείσθω σήμερον θείοις ᾄσμασι, τῶν χαρισμάτων τοῦ Πνεύματος, θεῖον ἐνδιαίτημα, ἡ ἀείρυτος πηγή, ἡ διόπτρα τοῦ Πνεύματος, ὁ ὑπέρτιμος, καὶ πανάριστος στῦλος τῶν δογμάτων, ἡ κρηπὶς τῆς οἰκουμένης, τὸ ἀκατάσειστον ἔρεισμα.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἦχος δ'                                                               Ὡς ἀστέρα φανότατον, ἑωσφόρον ὡς μέγιστον, ἐπιθυμιῶν τε ἄνδρα τιμῶμέν σε, τῶν ἀρετῶν ταῖς λαμπρότησι, φαιδρῶς ἀποστίλβοντα, καὶ φωτίζοντα πιστῶν, τὰς ψυχάς καὶ τὰ σώματα, καὶ βοῶμέν σοι, Γεωργιε του Αθωνος καυχημα, ἐκδυσώπει τοῦ σωθῆναι, τοὺς εὐσεβῶς ἀνυμνοῦντάς σε.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος δ'
Σοῦ ἡ γλῶσσα ὡς κάλαμος, γραμματέως Πολύσοφε, ὀξυγράφου γέγονε ῥητορεύουσα· νόμος Θεοῦ γὰρ ἐγκάρδιος, ἐν σοὶ πεπολίτευται, καὶ τὸ στόμα σου λαλοῦν, κρίσιν ἔνδικον δέδεικται, ἐν οἷς ᾔσχυνας, της Καππαδοκίας  το καυχημα , ἐκ θανάτου ἐλυτρώσω, τῶν ψυχων  τὸ ἀγλάϊσμα.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Νόμων ἀντεχόμενος, τῶν παθων Πανόλβιε, μιαραῖς οὐκ ἐχράνθητε, τροφαῖς ἀλλ' ἀκήρατον, τῆς ψυχῆς τὸ κάλλος, διασεσωκότες, διετήρησας σαφῶς, ἀδιαλώβητον καὶ ἀμάραντον, τὸ ἄνθος τὸ θαυμάσιον, καὶ τὴν τερπνὴν ὡραιότητα, τοῦ Δεσπότου δοξάζοντος, τοὺς αὐτὸν θεραπεύοντας.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ἦχος δ'
Θείῳ πονο Γεωργιε σοφε πυρακτούμενος, οἱ του Αθωνος καλλος διδαξαντος  , ἐν ᾧ δροσιζόμενοι, οἱ σεπτοὶ χορείαν, ἐκλελαμπρυσμένην, διατυπώσαντες ᾠδήν, τὴν πολυΰμνητον ᾖδον ψάλλοντες, τὴν ὄντως ἀδιάδοχον, καὶ ἀμετάπτωτον πάνσοφε, Βασιλείαν ποθήσαντα, τὴν οὐράνιον δοξαν λαμβανοντα.

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
 Ἦχος δ'
Λόγον τῆς σοφίας σου, καταπλαγέντες οἱ Τύραννοι, Γεωργιε σοφε ἀξιάγαστε, καὶ Παίδων τὴν σύνεσιν, τῆς των ρωσων χώρας, ἄρχειν καὶ δεσπόζειν, ὑμᾶς κατέστησαν Σεπτοί· τὴν ἀρετὴν γὰρ οἶδε σαφέστατα, θαυμάζειν καὶ πολέμιος, καὶ πολιτείας λαμπρότητα· τῶν παθῶν γὰρ κρατήσαντες, ἡγεμόνες του λογου γέγονας.

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν
Δεῦτε, ὁ χορὸς των Πατερων του Αθωνος , μετὰ αγιων  συμφώνως, ἡμῶν τιμήσωμεν, γόνον ἡμεῖς ἔκλαμπρον, ὑμεῖς ποιμένα καλόν, καὶ σκιρτῶντες ἐν πνεύματι, Θεῷ δῶμεν δόξαν, τῷ καταξιώσαντι, ἄμφῳ πλουτῆσαι λαμπράν, σκέπην τοῦ Σεπτου Γεωργίου Χατζηγιώργη  καὶ τοῦτον, θείοις ἐγκωμίοις καταστέψωμεν.
Δόξα... Δοξαστικὸν  Ἦχος πλ. α'
Τὸ ἐμπιστευθὲν σοι τάλαντον παρὰ Χριστοῦ, καλῶς ἐργασάμενος Ὅσιε Πάτερ, ἀνεδείχθης καὶ μετὰ θάνατον, δαιμόνων φυγαδευτής, καὶ ἰατὴρ ποικίλων ἀρρωστημάτων, στῦλος καὶ ἑδραίωμα, καὶ ὄρος Ἅγιον, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ· διὸ σε ἱκετεύομεν, Γεωργιε Χατζηγιωργη  θαυματουργέ, των Αθωνιτων πατερων το καυχημα τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Καὶ νῦν...
Θεοτοκίον  Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν
Πάθος σου τὸ σεπτὸν ἡ σεμνή, καὶ πανυπέραγνός σου Μήτηρ Μακρόθυμε, παντάναξ ἑωρακυῖα, δακρυρροοῦσα πικρῶς, καὶ τὰ στήθη τύπτουσα ἐκραύγαζεν· Ἰησοῦ μου γλυκύτατε, πρόσφθεγμά μοι σωτήριον, φῶς παντὸς κόσμου, θεῖε Ἥλιε ἄδυτε, πῶς ἐν ξύλῳ σε, σταυρικῷ νῦν κρεμάμενον· οἷα κακοῦργον βλέπουσα, καὶ λόγχῃ τὴν ἄχραντον, φεῦ μοι! πλευρὰν τετρωμένον, καθυπομείνω καὶ ζήσομαι, Υἱὲ καὶ Θεέ μου, εἰμὴ λάμψει μοι τὸ φῶς σου τῆς ἀναστάσεως;
Εισοδος
Ιερευς :
Σοφία Ὀρθοί !
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ιερευς : Εσπερας προκειμενον
Τῷ Σαββάτῳ ἑσπέρας Ἦχος πλ. β'
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ: Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
Στίχ: Καὶ γὰρ ἐστερεωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ'
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ'
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου.
Τῇ Τρίτῃ ἑσπέρας Ἦχος α'
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.
Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.
Τῇ Τετάρτη ἑσπέρας Ἦχος πλ. α'
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.
Τῇ Πέμπτῃ ἑσπέρας Ἦχος πλ. β'
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Στίχ. Ἦρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
Τῇ Παρασκευῇ ἑσπέρας Ἦχος βαρὺς
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.
Τὰ Ἀναγνώσματα
Παροιμιῶν τὸ ἀνάγνωσμα
(Κεφ. 10, 7 & 3, 13-16 & ἐκλογὴ)

Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς, τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν· ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ· τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει· αἱ γὰρ ἔξοδοί μοι ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων, ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν καὶ δόξαν, νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά, ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ, μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου. Οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες, πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν· διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε πνεύματος.
Παροιμιῶν τὸ ἀνάγνωσμα.
(Κεφ. 10, 31-32 & 11, 1-12)

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται, χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται, ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν, τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς, οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θύρας ἐκδύνει, ἀντ' αὐτοῦ παραδίδοται ὁ ἀσεβής, ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἔστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος· εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη, ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον, τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας, οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοὶς αὐτοῦ.
Ιερευς :Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Ιερευς :Κύριε παντοκράτορ ὁ Θεός των πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ιερευς :Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ιερευς :Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).
Ιερευς :Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ιερευς :Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν του ἁγίου ναοῦ τούτου.
Ιερευς :Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ιερευς :Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ιερευς :Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.                                    Ἀμήν.
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ιερευς :Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ιερευς :Ἀντιλαβοῦ, σῷσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Ιερευς :Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Ιερευς :Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Ιερευς :Συγγνώμην καὶ ἄφεσιν των ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Ιερευς :Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Ιερευς :Τὸν ὑπόλοιπον χρόνον της ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Ιερευς :Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Ιερευς :Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων των Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ιερευς :Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ιερευς :+Εἰρήνη πᾶσι.                                                Καὶ τῷ Πνεύματί σου.
Ιερευς :Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνομεν.                         Σοὶ Κύριε.
Ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς, καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γάρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι τὰς ἑαυτῶν ἔκλιναν κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν, καὶ τὴν ἐπιοῦσαν νύκτα, ἀπὸ παντός ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων, καὶ ἐνθυμήσεων πονηρῶν.
Ιερευς :Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.                                                         Ἀμήν.
Ἀπόστιχα
Στίχ.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
                                              Ἦχος α'
Τῷ αξιόφρονι βίῳ καλως διεειλθες , τοῦ πολυπλάνου κόσμου ἔξω ἐγένου θεόληπτε, καὶ ἀπλέτῳ πὸθῳ τῷ Χριστῷ ἠκολούθησας· ὅπου γὰρ Θεὸς ὁ ποθούμενος, Κόσμος ὅλος καταπεφρόνηται· διὸ ἐρημικῶς τὸν βίον ἄγειν ᾑρέτισας, καὶ ἐν σώματι ὡς ἀσώματος πολιτεύεσθαι, ἡμῖν δὲ ἀστὴρ νεοφανὴς τυγχάνεις, μαργαρυγαῖς εὐσεβείας διαλάμπων, καὶ ψυχὰς τῶν πιστῶς σε ὑμνούντων, φωτίζων ἐν πνεύματι ἀξιΰμνητε.
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.                                                     Ἦχος β'
Γεωργιε της Κερμίρα της Καππαδοκίας γονος , τυχεῖν ποθω, εὐσεβῶς σοῦ ἐδέετο· ἧς τῆς δεήσεως ἐπακούσας, σαφῶς ἐν ὁράματι ὑπέσχου τὰ θαυματα, εὔελπιν ἐργασάμενος· διὸ περιχαρής γενομένος, καὶ χαραν ουρανιον λαβοῦσα ταχύ, ἐν χάριτι γινομενος · ὅθεν εὐχαρίστως ἀνύμνησε, καὶ τὴν σὴν πρὸς Θεὸν παρρησίαν, παρρησίᾳ ἐκήρυξεν, των ασκητων το καυχημα  παμμακάριστε.
Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.                                                   Ἦχος γ'
Πάθει πολλων , ελαβες  Ὅσιε, περιπεσοῦσα δεινῷ, δι' οὗ ἄλαλος μείνασα, ἡμιθανὴς καὶ ἀκίνητος, τῇ μόνῃ ἁφῇ τοῦ τιμίου ἐκ τῆς ἁγίας σου σοροῦ, ἐπὶ τοῦ στόματος αὐτῆς, καὶ τῶν νεναρκωμένων μελῶν, τὴν λαλιὰν αὐτίκα, ὢ τοῦ θαύματος, σὺν τῇ τελείᾳ ῥώσει ἀνέλαβε, καὶ τὸ θαῦμα κηρύξασα, τὸν σὲ μεγαλύναντα Κύριον ἐμεγάλυνεν, ὃν ἐκτενῶς ἱκέτευε, θαυματουργὲ Γεωργιε Χατζηγιωργη , ὑπὲρ τῶν πίστει θαυμαζόντων, καὶ εὐφημούντων, τὰ ἀξιάγαστά σου θαυματουργήματα.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν
Ο θαυμάσιος, τὴν καρδίαν κτησάμενος, καθαρὸν τοῦ Πνεύματος καταγώγιον, καὶ παρ' αὐτοῦ φωτιζόμενος, μελλόντων τὴν δήλωσιν, προθεσπίζει προφανῶς, προφητείας λαμπρότησι, καλλυνόμενος, καὶ τρανῶς σαφηνίζων τῶν κρατούντων, τον λογον σου οσιε , λαβων τη θεια χαριτι εν πνευματι αγιω .
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεὸς
Προστομώσας τὸ σῶμά σου, τῇ νηστείᾳ ἀδάμαστον, τῶν αγωνων του σωματος επραξας , στόμασιν ἀπετέλεσας· μέσον γὰρ τούτων ἱστάμενος, Οσιε Γεωργιε θεσπέσιε, καὶ Θεῷ τῷ ἀγαθῷ, ἀτενίζων διέμεινας, ἀπαράτρωτος, ἀπορρήτῳ δυνάμει τοῦ τὰ πάντα, ἐνεργοῦντος παραδόξως, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς
Ἐπὶ θρόνου καθήμενον, καὶ Ἀγγέλοις κυκλούμενον, τὸν ὑπὲρ κατάληψιν ἐθεώρησας, κριτὴν ὑπάρχοντα δίκαιον, Αγιε του θεου Γεωργιε Χατζηγιωργη  θαυμάσιε, ἐκπλαγεὶς δὲ τὸ φρικτόν, τῆς ἐμφόβου ὁράσεως διεσήμανας, τοῖς μετέπειτα πᾶσιν ὑπογράψας, τὴν δευτέραν παρουσίαν, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς                                          Ἄνθος ἐκ γῆς Κερμίρα της Καππαδοκίας τερπνόν, ἀναβλαστῆσαν, εὐωδίας τῆς χάριτος, ἐκχέει τὰς μυριπνόους, ταῖς διανοίαις πιστῶν, ὁ κλεινὸς πατέρων Γεωργιε Χατζηγιωργη, Πηγή, τε ἀέναος, τῶν ἰάσεων πέφυκε, πέλαγος θεῖον, τῶν θαυμάτων ἀκένωτον, Ἐκκλησίας δέ, ὁ φωστὴρ ὁ λαμπρότατος, φέγγος φαῖνον τὸ ἄδυτον, τοῖς πέρασι σήμερον, ἐν τῇ λαμπρᾷ αὐτοῦ μνήμῃ, ἣν ἐκτελοῦντες δοξάζομεν, Χριστὸν τὸν Σωτῆρα, τὸν δοξάζοντα τοὺς τοῦτον, θερμῶς δοξάζοντας.
Στίχ. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Ἔστερξας συμπαθῶς σπλαγχνισθείς, αγωνων  σοῦ πολλων δέξασθαι, καὶ τοῦτον δὴ εἰσοικίσας, μετὰ ἀδόλου στοργῆς, μοναχων το στηριγμα , πονεμενων το  τὸν ἄνθρωπον εστερεωσας , τοῦτο δὲ ὅλον ἔπραξας, πληρῶσαι βουλόμενος, τὴν ἐντολὴν τοῦ Δεσπότου, φιλεῖν ὁλοψύχως, καὶ πολλὴν ἀμνησικάκοις, χάριν παρέχοντος.
Δόξα... Ἦχος πλ. α'
Εἰς ἀρετῶν ἀκρώρειαν ἀνενεχθείς, πολλῶν ἠξιώθης παρὰ Θεοῦ χαρισμάτων, Πάτερ ὅσιε, ἀνθ' ὧν καὶ ἐκ πολλοῦ τι χαριτι ελαμψας  , προσευχῇ ἐκτενεῖ σου διέλυσας, καὶ. Θράσος εχθρων δυσπίστων, παραδόξου ἄγρας κατεύνασας θαύματι· Πολλά σου τὰ ἐν βίῳ τεράστια, πυκνὰ τὰ μετὰ θάνατον θαύματα· διὸ αἰτοῦμέν σε θαυματοφόρε Γεωργιε Χατζηγιωργη της καπαδοκιας τον γονον διελαμψας , μὴ διαλίπῃς δυσωπῶν τὸν εὐδιάλλακτον Θεόν, ἐκ δεξιῶν παραστῆσαι, τοὺς εἰλικρινῶς εὐφημοῦντάς σε, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Καὶ νῦν... ὁ αὐτὸς                                                     Μὴ στύγναζε Γεωργιε , καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ, καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε, τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν
Ιερευς :Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ιερευς :Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
Απολυτικιον Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
 Καπαδοκίας ο γόνος και του Αθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Γεώργιον Χατζηγιώργη  τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, εξοριας βασανων τα δεινα, νηστείας αγρυπνίας, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσούντας, τών εν πίστει προστρεχόντων σοι, Δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ θαυματώσαντι , δόξα τώ ενεργούντι διά σού πάσιν ιάματα.
Δόξα Πατρὶ...
Απολυτικιον Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
 Καπαδοκίας ο γόνος και του Αθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Γεώργιον Χατζηγιώργη  τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, εξοριας βασανων τα δεινα, νηστείας αγρυπνίας, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσούντας, τών εν πίστει προστρεχόντων σοι, Δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ θαυματώσαντι , δόξα τώ ενεργούντι διά σού πάσιν ιάματα.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα, τοῦ ὄρους Ἄθωνος, τὸν ἐπ' ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λαμπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, Γεώργιον Χατζηγιώργη
  τιμήσωμεν .
Καὶ νῦν... Θεοτοκίον
Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.
ὁ Ἀναγνώστης (πρᾳείᾳ τῇ φωνῇ):
Κύριε ἐλέησον, μ'(40).
Δόξα Πατρὶ… Καὶ νῦν…
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ τὴν μονήν) ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Σοφία! Εὐλόγησον.
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ χώρᾳ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
Δόξα... Καὶ νῦν..., Κύριε ἐλέησον (γ'), Δέσποτα ἅγιε, εὐλόγησον.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, Γεωργιου του Χατζηγιωργη του Αθωνιτου  καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι' εὐχῶν των ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΟΡΘΡΟΣ
ΙΕΡΕΑΣ: Ευλογητός ο θεός ημών πάντοτε νυν και αει και εις τους αιώνας των αιώνων
Ὁ Ἀναγνώστης· Ἀμήν.
γιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς .
γιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς .
γιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς .
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν· Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε, ἐλέησον (γ’).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ Βασιλεία...
Ὁ Ἀναγνώστης· Ἀμήν.
Σῶσον, Κύριε, τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ Σὸν φυλάττων διὰ τοῦ Σταυροῦ Σου πολίτευμα.
Δόξα.
ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ Σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς Σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει Σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν Σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν. Θεοτοκίον.
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον ὀρθοδόξων πολιτείαν· σῷζε οὓς ἐκέλευσας βασιλεύειν καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
Ὁ Ἱερεὺςλέησον ἡμᾶς, …… ἐπάκουσον καὶ ἐλέησον.
Χορος : Κύριε ἐλέησον (γ’).
Ὁ Ἱερεὺςτι δεόμεθα ὑπὲρ .. Χριστιανῶν.
Χορος :Κύριε ἐλέησον (γ’).
Ὁ Ἱερεὺςτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιε/όπου ἡμῶν ἀδελφότητος.
Χορος :Κύριε ἐλέησον (γ’).
Ὁ Ἱερεὺς Ὅτι ἐλεήμων καὶ … εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Χορος :Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Ὁ Ἱερεὺς Δόξα τῇ Ἁγίᾳ αἰῶνας τῶν αἰώνων.
Ὁ Ἑξάψαλμος
Ὁ Ἀναγνώστης·
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία .    
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία .
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία .
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου .
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου .
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ· δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.  Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καὶ πάλιν· Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
Ψαλμός λζ’. (37)
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα· ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα, σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.  Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε, τῆς σωτηρίας μου.
Καὶ πάλιν· Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε, τῆς σωτηρίας μου.
Ψαλμός ξβ’. (62)
Θεός, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Ὡς ἐκ στέατος, καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέ-των εἰς σέ. Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου· εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν· Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ, ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός                (ἐκ γ’).
Κύριε ἐλέησον (ἐκ γ’). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
Ψαλμός πζ’. (87)
Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾍδῃ ἤγγισε. Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώ-σθησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμέ. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην· οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέ-τασα πρὸς σὲ τὰς χεῖράς μου. Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπω-λείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου; ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Πτωχός εἰμι ἐγώ, καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην, καὶ ἐξηπορήθην. Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν· Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
Ψαλμός ρβ’. (102)
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταπο-δόσεις αὐτοῦ. Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου. Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν· ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.  Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσ-σουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν· Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον.
Ψαλμός ρμβ’. (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ πάλιν· Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (δίς).
Εἶτα· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός                (ἐκ γ’ ). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ὁ Ἱερεὺς τὴν Μεγάλην Συναπτήν,
Ἱερεὺς : Ἐν εἰρήνη, τοῦ Κυρίου δεηθῶμεν.
Χορος :Κύριε ἐλέησον.
Ἱερεὺς :Ὑπὲρ τῆς ἄνωθεν Κυρίου δεηθῶμεν.
Χορος :Κύριε ἐλέησον.
Ἱερεὺς :Ὑπὲρ τῆς εἰρήνης τοῦ Κυρίου δεηθῶμεν.
Χορος :Κύριε ἐλέησον.
Ἱερεὺς :πὲρ τοῦ ἁγίου τοῦ Κυρίου δεηθῶμεν.
Χορος :Κύριε ἐλέησον.
Ἱερεὺς :πὲρ τοῦ Ἀρχιεπισκόπου Κυρίου δεηθῶμεν.
Χορος :Κύριε ἐλέησον.
Ἱερεὺς :πὲρ τοῦ εὐσεβοῦς Κυρίου δεηθῶμεν.
Χορος :Κύριε ἐλέησον.
Ἱερεὺς :πὲρ τοῦ τοῦ Κυρίου δεηθῶμεν.
Χορος :Κύριε ἐλέησον.
Ἱερεὺς :Ὑπὲρ τῆς τοῦ Κυρίου δεηθῶμεν.
Χορος :Κύριε ἐλέησον.
Ἱερεὺς :Ὑπὲρ εὐκρασίας τοῦ Κυρίου δεηθῶμεν.
Χορος :Κύριε ἐλέησον.
Ἱερεὺς :Ὑπὲρ πλεόντων τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κύριε ἐλέησον.
Ἱερεὺς :Ὑπὲρ τοῦ ῥυσθῆναι τοῦ Κυρίου δεηθῶμεν.
Χορος :Κύριε ἐλέησον.
Ἱερεὺς :Ἀντιλαβοῦ, ὁ Θεός, τῇ Σῇ χάριτι.
Χορος :Κύριε ἐλέησον.
Ἱερεὺςῆς Παναγίας, ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Χορος :Σοί, Κύριε.
Ἱερεὺς :Ὅτι πρέπει Σοι τῶν αἰώνων.
Χορος : Αμην
Χορος :Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Χορος : Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Χορος : Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Χορος : Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἀπολυτίκια τῆς ἡμέρας,
Απολυτικιον Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
 Καπαδοκίας ο γόνος και του Αθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Γεώργιον Χατζηγιώργη  τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, εξοριας βασανων τα δεινα ,νηστείας αγρυπνίας, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσούντας, τών εν πίστει προστρεχόντων σοι, Δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ θαυματώσαντι , δόξα τώ ενεργούντι διά σού πάσιν ιάματα
Δόξα πατρι και υιω και αγιω πνευματι
Απολυτικιον Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
 Καπαδοκίας ο γόνος και του Αθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Γεώργιον Χατζηγιώργη  τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, εξοριας βασανων τα δεινα ,νηστείας αγρυπνίας, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσούντας, τών εν πίστει προστρεχόντων σοι, Δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ θαυματώσαντι , δόξα τώ ενεργούντι διά σού πάσιν ιάματα
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα, τοῦ ὄρους Ἄθωνος, τὸν ἐπ' ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λαμπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, Γεώργιον Χατζηγιώργη
  τιμήσωμεν .
Καὶ νῦν... Θεοτοκίον
Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.
(ἡ Μικρὰ Συναπτή)
Ιερεύς: Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Χορος :Κύριε ἐλέησον.
Ιερεύς:  Ἀντιλαβοῦ, σῶσον………………. ὁ Θεός, τῇ Σῇ χάριτι.
Χορος : Κύριε ἐλέησον.
Ιερεύς:  Τῆς Παναγίας, ἀχράντου………………. τῷ Θεῷ παραθώμεθα.
Χορος :Σοί, Κύριε.
Ιερεύς: Ὅτι Σὸν τὸ κράτος……………….αἰῶνας τῶν αἰώνων.
Μετὰ τὴν α' Στιχολογίαν
    Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον 
Τὴν ψυχήν σου δεσμεύσας πόθῳ Χριστοῦ, τὰ γεώδη μισήσας πάντα σαφῶς, ηὐλίσθης Πάτερ Γεωργιε  Ὅσιε, ἐν ἐρήμοις καὶ ὄρεσι· τοῦ γνωστικοῦ γὰρ ξύλου, γευσάμενος ἔνδοξε, ὡς ἐξ ἀδύτων μύστης, ἀγγελικῶς διέλαμψας· ὅθεν καὶ τὸν γνόφον, διαβὰς τῆς σαρκός σου, τὸ σκότος ἐδίωξας, τῶν δαιμόνων μακάριε, Μοναζόντων ὁ πρόκριτος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.
Δόξα Πατρι και Υιω και Αγιω Πνευματι Και νυν και αει και εις τους Αιωνας των Αιωνων Αμην
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, ἀφράστως ἀπεκύησας, τὸν τὰ πάντα ποιήσαντα· καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα κατέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν κόσμον ἐκτρέφοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε παράσχου μοι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανάχραντε.
Μετὰ τὴν β' Στιχολογια
Κάθισμα Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον
 Τὸν Ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα πάσας τὰς προσβολὰς τῶν παθῶν, δι᾿ ἐγκρατείας καὶ στερρᾶς ὑπομονῆς ἀληθῶς, καὶ καταισχύναντα σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις· καὶ νῦν πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα Πατρι και Υιω και Αγιω Πνευματι Και νυν και αει και εις τους Αιωνας των Αιωνων Αμην
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, ἣν προεκήρυξας πάντας ως δικαιότατος, καὶ ὁ Γεωργιος Χατζηγιωργης , Ὄρος ἀλάξευτον, καὶ στοματος  ὁ μελῳδός, σὺν αγγελοις καὶ τοῖς λοιποίς, Νεφέλην ουρανιον κατελθων εις σε ως Πύλην καὶ θρόνον, μέγα Ὄρος ἀναδειχθεῖσαν ἡμῖν.
Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον
 Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν σταυρόν σου ἐπ᾿ ὤμων ἀναλαβών, ὅλον ἀνατέθεικας, σεαυτὸν τῷ Κυρίῳ σου· καὶ σαρκὸς ἔξω Πάτερ, καὶ κόσμου γενόμενος, τοῦ Ἁγίου γέγονας, συνόμιλος Πνεύματος· ὅθεν καὶ πρὸς ζῆλον, τοὺς λαοὺς διεγείρων, τὰς πόλεις ἐκένωσας, τὰς ἐρήμους ἐπόλισας, θεοφόρε Γεώργιε Χατζηγιώργη, Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα Πατρι και Υιω και Αγιω Πνευματι
Ἐπεφάνης σήμερον 
Τῷ φωτὶ λαμπομενος, τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν ταῖς ἐρήμοις, διδαχαῖς, καταφωτίζων Γεώργιε Χατζηγιώργη, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Και νυν και αει και εις τους Αιωνας των Αιωνων Αμην
Θεοτοκίον
Ἐπελεύσει Πνεύματος, τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, Ἁγνὴ Ἀγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Οἱ Ἀναβαθμοί, τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. ( 2 φορες)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (2 φορες)
Δόξα πατρι και υιω και αγιω πνευματι
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Και νυν και αει και εις τους Αιωνας των Αιωνων Αμην
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Ιερευς : Τοῦ Κυρίου δεηθῶμεν.
Χορος : Κύριε ἐλέησον.
Ιερευς : Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, αἰῶνας τῶν αἰώνων.
Χορος . Ἀμήν.
Πᾶσα πνοή αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοή αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις Αὐτοῦ, αἰνεῖτε Αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως Αὐτοῦ.
Αἰνεσάτω πνοὴ  πᾶσα τὸν Κύριον.
Ἱερεύς  Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ...
Χορος : Κύριε ἐλέησον (γ’).
Ἱερεύς· Σοφία· ὀρθοὶ ἀκούσωμεν ... Ἱερεύς· Εἰρήνη πᾶσι.
Χορος : Καὶ τῷ πνεύματί σου.
Ἱερεύς· κ τοῦ κατὰ Ματθαῖον τὸ ἀνάγνωσμα.                            Διάκονος· Πρόσχωμεν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.  Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.  ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·  ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Χορος :Δόξα Σοι, Κύριε, δόξα Σοι.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.                                                                                                              Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα.                                                    Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.
δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.                                                                                                                                            Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.                                                                                                                                                       Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσο-μαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.                                                                                                                                                   Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύ-νην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.                                                                                                             Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.                                                                                                                              Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.                                                                                                                     Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.                                                                                                                                Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.                                                                                                                         Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι.                                              Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου.                                                                                                                 Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.                                                                                                                 Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.                                                                                                          Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.                                                                                                   Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.                                                                                                                             Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.                                                                                                                 Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.                                       
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.                                                                 Ταῖς του Οσιου  πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.                                                                                                                 
 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.                                   
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.                                                                                                                       
Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου
Ἰδιόμελον Ἦχος πλ. β'
Ὅσιε Πάτερ, Γεώργιε Χατζηγιώργη εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι᾿ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
  Ιερεύς·  Σῶσον, ὁ Θεός, τὸν λαόν καὶ ἐλέησον ἡμᾶς.                                                                                                                                        Χορος : Κύριε ἐλέησον (12).                                                                             
 Ιερευς : Ἐλέει, καὶ οἰκτιρμοῖς τοὺς αἰῶνας τῶν αἰώνων.                              
 Χορος : Ἀμήν.   
ΚΑΝΟΝΕΣ
Τῆς Θεοτόκου.ᾠδὴ α’  Ἦχος πλ. δ’

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Τοῦ Ἁγίου
ᾠδὴ α’  Ἦχος πλ.δ’
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἁρματηλάτην Φαραὼ
Ἀθανασίας καὶ ζωῆς λαβόμενος, τῆς αἰωνίου σαφῶς, καὶ τριλαμποῦς αἴγλης, Πάτερ ἐμφορούμενος, τῷ φωτισμῷ τῆς χάριτος, τὴν ζοφώδη ψυχήν μου, καταυγασθῆναι δυσώπησον, ὅπως ἐπαξίως ὑμνήσω σε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Γερων ὑπάρχων ἡλικίᾳ σώματος, καινὴν ὁδὸν ἀρετῆς, ἀναλαβὼν ταύτην, ἀκινδύνως ὥδευσας, νόμῳ καινῷ πειθόμενος, τοῦ Σωτῆρος τρισμάκαρ, καὶ ζωηφόροις προστάγμασι, τοῦ Εὐαγγελίου ἑπόμενος.
Δόξα Πατρί…
Τῇ τρισηλίῳ λαμπηδόνι πάνσοφε, καταλαμπόμενος, τὸ δυσμενὲς μάκαρ, τῶν δαιμόνων φρύαγμα, καὶ τῶν θηρῶν τὰ χάσματα, αἰκισμῶν τε τοὺς πόνους, ἀράχνης δίκην διέλυσας, θείῳ πυρακτούμενος ἔρωτι.
Καὶ νῦν… Θεοτοκίον
Ὡς Θεοῦ Μήτηρ παῤῥησίαν ἔχουσα, πρὸς τὸν τεχθέντα ἐκ σοῦ, μονογενῆ Λόγον, τὸν Πατρὶ συνάναρχον, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, κινδύνων σῶσαι Πανάμωμε, τοὺς σὲ Θεοτόκον δοξάζοντας.

Τῆς Θεοτόκου. ᾠδὴ γ’
Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Τοῦ Ἁγίου ᾠδὴ γ’
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ στερεώσας κατ’ ἀρχὰς
Νενευρωμένῳ λογισμῷ, καὶ σταθηρᾷ διανοίᾳ, τῶν παθῶν καταμαράνας τὴν φλόγα, ἀπαθείας τὴν φαιδράν, καταστολὴν Γεωργιε, περιεβάλου Πάτερ, καὶ σωτηρίου ἱμάτιον.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰσχυροτάταις προσβολαῖς, δαιμόνων θρασυνομένων, καὶ θηρίων τὰς μορφὰς μιμουμένων, κατεφρόνησας αὐτῶν, τῆς ἀσθενοῦς δυνάμεως, τὸν κραταιὸν γὰρ εἶχες, ἐν τοῖς πολέμοις συλλήπτορα.

 Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν. Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν Γεώργιε Χατζηγιώργη , ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».
Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών                                                       Ἀθανασίας καὶ ζωῆς λαβόμενος, τῆς αἰωνίου σαφῶς, καὶ τριλαμποῦς αἴγλης, Πάτερ Γεώργιε Χατζηγιώργη ἐμφορούμενος, τῷ φωτισμῷ τῆς χάριτος, τὴν ζοφώδη ψυχήν μου, καταυγασθῆναι δυσώπησον, ὅπως ἐπαξίως ὑμνήσω σε.
 Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
Νέος ὑπάρχων ἡλικίᾳ σώματος, καινὴν ὁδὸν ἀρετῆς, ἀναλαβὼν ταύτην, ἀκινδύνως ὥδευσας, νόμῳ καινῷ πειθόμενος, τοῦ Σωτῆρος Τρισμάκαρ Γεώργιε Χατζηγιώργη  οσιε , καὶ ζωηφόροις προστάγμασι, τοῦ Εὐαγγελίου ἑπόμενος.
Θεοτοκίον
Ὡς Θεοῦ Μήτηρ παρρησίαν ἔχουσα, πρὸς τὸν τεχθέντα ἐκ σοῦ, μονογενῆ Λόγον, τὸν Πατρὶ συνάναρχον, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, κινδύνων σῶσαι Πανάμωμε, τοὺς σὲ Θεοτόκον δοξάζοντας.
 Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
 «Ὁ στερεώσας κατ᾿ ἀρχὰς τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρα με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε».
 Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
Νενευρωμένῳ λογισμῷ, καὶ σταθηρᾷ διανοίᾳ, τῶν παθῶν καταμαράνας τὴν φλόγα, ἀπαθείας τὴν φαιδράν, καταστολὴν Γεώργιε Χατζηγιώργη  , περιεβάλου Πάτερ, καὶ σωτηρίου ἱμάτιον.
 Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
Ἰσχυροτάταις προσβολαῖς, δαιμόνων θρασυνομένων, καὶ θηρίων τὰς μορφὰς μιμουμένων, κατεφρόνησας αὐτῶν, τῆς ἀσθενοῦς δυνάμεως· τὸν κραταιὸν γὰρ εἶχες, ἐν τοῖς πολέμοις συλλήπτορα.
Θεοτοκίον
Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, ἐξανάστησον Ἁγνή, καὶ πρὸς ζωὴν ὁδήγησον, ἡ τοῦ θανάτου πύλας, λύσασα μόνη τῷκόσμῳ σου.
Δόξα Πατρὶ…
Ὁ θεοφόρος τὰς ἀρχάς, τοῦ σκότους καὶ ἐξουσίας, θριαμβεύσας ἐγκρατείᾳ συντόνῳ, τροπαιοῦχος νικητής, Γεωργιε ἐγένετο, τῶν ἀσκητῶν ἡ δόξα, καὶ μοναζόντων τὸ καύχημα.
Καὶ νῦν… Θεοτοκίον
Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, ἐξανάστησον Ἁγνή, καὶ πρὸς ζωὴν ὁδήγησον, ἡ τοῦ θανάτου πύλας, λύσασα μόνῃ τῷ κόσμῳ σου.

 Ιερευς :τι καὶ ἔτι, ἐν εἰρήνῃ...
Χορος : Κύριε Ελέησον
Ιερευς :Ὅτι Σὺ εἶ ὁ Θεὸς τοὺς αἰῶνας τῶν αἰώνων.
Χορος : Ἀμήν.
Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον 
Τὸν Σταυρόν τοῦ Κυρίου ἄρας σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε· ἀλλ᾿ ἐγκρατείας πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας, σαυτὸν τῷ Κυρίω σου· ὅθεν χαρισμάτων ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε Γεώργιε Χατζηγιώργη  . Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Της θεοτοκου
Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου Πανύμνητε, ἀνομίας με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι᾿ ἀρετῆς ἀπαρτίσασα, Φωτοδόχε ἀκήρατε· δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου πρεσβείαις σου.
 Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
 «Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Γεωργιο σοι κραυγάζω· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε».
 Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
Τῶν ἀρετῶν, κλίμακι θείᾳ χρησάμενος, πρὸς τὸ ὕψος, Πάτερ ἀναβέβηκας, καὶ τὸν Θεὸν εἶδες ἐπ᾿ αὐτήν, ἐπεστηριγμένον, καὶ δωρεὰς διανέμοντα, χειρὶ πλουσιωτάτῃ, τοῖς Πιστῶς μελῳδοῦσι. Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
 Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
Ὅλος Θεῷ, καθιερώθης Γεωργιε  , μόνος μόνῳ, πάνσοφε ἑνούμενος, δι᾿ ἀρετῆς, καὶ καθομιλῶν, καὶ θεοφανείας, ὡς καθαρὸς ἀξιούμενος, τῆς γῆς καὶ τῶν γηΐνων· ἀποστὰς γὰρ ἀξίως, τὴν οὐράνιον εὗρες ἀπόλαυσιν.
Θεοτοκίον
Θεὸν ἐκ σοῦ, τὸν σαρκωθέντα δυσώπησον, τὸν ἀτρέπτως, ὃ ἦν διαμείναντα, καὶ φυσικῶς, ἴσον τῷ Πατρί, καὶ σοὶ τῇ Τεκούσῃ, γενόμενον ὁμοούσιον, συγχώρησιν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν, τοῖς ὑμνοῦσί σε πίστει δωρήσασθαι.
 Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
 «Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».
 Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών                                                    Ἐνοικοῦντά σοι ἔχων, τὸν τὰ πάντα βλέποντα Θεὸν μακάριον, ἐκδιδάσκοντά σε, καὶ φωτίζοντα καὶ συνετίζοντα, τῶν ψυχῶν Τρισμάκαρ, τῶν καθαρῶν καὶ μακαρίων, τὰς ἀνόδους ὁρᾶν κατηξίωσαι.
 Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
Ἰαμάτων σοι χάριν, κατὰ νοσημάτων ποικίλων δεδώρηται, καὶ κατὰ πνευμάτων, ἀκαθάρτων Χριστὸς ἐξουσίαν Σοφέ· τὴν γὰρ φύσιν Πάτερ γεωργιε , νενικηκὼς τῶν ὑπὲρ φύσιν, χαρισμάτων μετέσχες τοῦ Πνεύματος.
Θεοτοκίον
Οἱ σὲ τεῖχος πλουτοῦντες, καὶ τῇ προστασίᾳ σου περιφρουρούμενοι, δόξῃ, τῇ σῇ θείᾳ ἐγκαυχώμενοι σὲ μακαρίζομεν· σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις, εὐφροσύνην τε καὶ ἀγαλλίασιν.
Τὴν Σοφίαν καὶ Λόγον
Τὸν Σταυρόν τοῦ Κυρίου ἄρας σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε· ἀλλ᾿ ἐγκρατείας πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας, σαυτὸν τῷ Κυρίω σου· ὅθεν χαρισμάτων ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε Γεωργιε . Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα… Καὶ νῦν… Θεοτοκίον
Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου Πανύμνητε, ἀνομίας με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι᾿ ἀρετῆς ἀπαρτίσασα, Φωτοδόχε ἀκήρατε· δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου πρεσβείαις σου.
Τῆς Θεοτόκου.
ᾠδὴ δ’. Ἦχος πλ. δ’
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐπὶ κλίνης ὀδύνης μου, καὶ τῆς ἀῤῥωστίας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοήθησον, Θεοτόκε μόνη ἀειπάρθενε.
Τοῦ Ἁγίου ᾠδὴ δ’
Στίχ.
Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
Σύ μου ἰσχὺς Κύριε
Τῶν ἀρετῶν, κλίμακι θείᾳ χρησάμενος, πρὸς τὸ ὕψος, Πάτερ ἀναβέβηκας, καὶ τὸν Θεὸν εἶδες ἐπ’ αὐτήν, ἐπεστηριγμένον, καὶ δωρεᾶς διανέμοντα, χειρὶ πλουσιωτάτῃ, τοῖς πιστῶς μελῳδοῦσι΄ Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Στίχ.
Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
Ὅλος Θεῷ, καθιερώθης Γεωργιε , μόνος μόνῳ, πάνσοφε ἑνούμενος, δι’ ἀρετῆς, καὶ καθομιλῶν, καὶ θεοφανείας, ὡς καθαρὸς ἀξιούμενος, τῆς γῆς καὶ τῶν γηΐνων, ἀποστὰς γὰρ ἀξίως, τὴν οὐράνιον εὗρες ἀπόλαυσιν.
Δόξα Πατρὶ…
Νοῦν καὶ ψυχήν, κεκαθαρμένος Γεωργιε , τὴν ἀπάτην, Πάτερ τὴν ψυχόλεθρον, καὶ μηχανάς, δόλους τε πικρούς, καὶ τὰς φαντασίας, τῶν δυσμενῶν ἐφανέρωσας, παθῶν γὰρ ἐδιδάχθης, καὶ μαθὼν ἐκδιδάσκεις, μοναζόντων τὰ πλήθη πανόλβιε.
Καὶ νῦν… Θεοτοκίον
Θεὸν ἐκ σοῦ, τὸν σαρκωθέντα δυσώπησον, τὸν ἀτρέπτως, ὃ ἦν διαμείναντα, καὶ φυσικῶς, ἴσον τῷ Πατρί, καὶ σοὶ τῇ Τεκούσῃ, γενόμενον ὁμοούσιον, συγχώρησιν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν,…
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾠδὴ ε’
Τοῦ Ἁγίου
Στίχ.
Άγιε του θεού Γεώργιε Χατζηγιώργη  πρέσβευε υπέρ ημών
Ἐνοικοῦντά σοι ἔχων, τὸν τὰ πάντα βλέποντα Θεὸν μακάριον, ἐκδιδάσκοντά σε, καὶ φωτίζοντα καὶ συνετίζοντα, τῶν ψυχῶν Τρισμάκαρ, τῶν καθαρῶν καὶ μακαρίων, τὰς ἀνόδους ὁρᾶν κατηξίωσαι.
Δόξα Πατρὶ…
Ἰαμάτων σοι χάριν, κατὰ νοσημάτων ποικίλων δεδώρηται, καὶ κατὰ πνευμάτων, ἀκαθάρτων Χριστὸς ἐξουσίαν Σοφέ, τὴν γὰρ φύσιν Πάτερ Γεωργιε , νενικηκὼς τῶν ὑπὲρ φύσιν, χαρισμάτων μετέσχες τοῦ Πνεύματος.
Καὶ νῦν… Θεοτοκίον
Οἱ σὲ τεῖχος πλουτοῦντες, καὶ τῇ προστασία σου περιφρουρούμενοι, δόξῃ, ἐγκαυχώμενοι τῇ σῇ θείᾳ σε μακαρίζομεν, σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις,…
Κοντάκιον Ἦχος β'
Τοὺς βιωτικοὺς θορύβους ἀπωσάμενος, ἡσυχαστικῶς τὸν βίον ἐξετέλεσας, τὸν Βαπτιστὴν μιμούμενος, κατὰ πάντα τρόπον Ὁσιώτατε, σὺν αὐτῷ οὖν σε γεραίρομεν, Πατέρων Οσιε Γεωργιε Χατζηγιωργη του Αθωνος αρετη .
Ιερευς :τι καὶ ἔτι, ἐν εἰρήνῃ...
Χορος : Κυριε ελεησον
Ιερευς :Σὺ γὰρ εἶ ὁ Βασιλεὺς αἰῶνας τῶν αἰώνων.
Χορος : Ἀμήν.
Ὁ Οἶκος
Τῆς τοῦ Χριστοῦ φωνῆς ἐπακούσας, ἐπορεύθης ὀπίσω τῶν αὐτοῦ ἐντολῶν, γυμνὸς τοῦ βίου γενόμενος, καὶ ἀπορρίψας φροντίδας πάσας τῶν χρημάτων, κτημάτων, καὶ οἰκετῶν σου, καὶ ἀδελφῆς τὴν στοργήν, θεοφόρε Γεωργιε Καπαδοκιας τον γονος ερχομενος  · καὶ μόνος ἐν τοῖς ἐρήμοις του Ορους ορμώμενος , τῷ Θεῷ ὁμιλῶν καθαρώτατα, γνώσεως χάριν εἴληφας· ἣν μοι πέμψον ὑμνεῖν σε μέλλοντι, Πατέρων Οσιε Γεωργιε.
Συναξάριον
Τῇ Δεκατην εβδομην  (17)  τοῦ αὐτοῦ μηνός* Δεκεμβριου * , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργιου του Χατζηγιωργη του Αθωνιτου εκ της Χωρας Καπαδοκιας ειρηνικως τελειωθεν εν ετησι 1886. .
Στίχοι
Ἔχει τι μεῖζον οὐρανὸς καὶ τῶν Νόων,
Πρότυπο  Ἀσκητῶν ἔχων.
Γεωργιε   ἔνθεν ἄειραν.
Ταῖς του Οσιου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ  «Χοροὶ Ἰσραήλ» Ὠδὴ α’.  Ἦχος δ’.
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Ὠδὴ δ’.
Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδὴ ε’.
Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου τὰς ὁδοὺς ἡμῶν εὔθυνον.
Ὠδὴ ς’.
Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Ὠδὴ ζ’.
Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ιερευς:  Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν.
Χορος :  Στίχ. α’. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Στίχ. β’. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Στίχ. γ’. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ· καὶ τὸ ἔλεος Αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις Αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Στίχ. δ’. Ἐποίησε κράτος ἐν βραχίονι Αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Στίχ. ε’. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Στίχ. ς’. Ἀντελάβετο Ἰσραὴλ παιδὸς Αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι Αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Ὠδὴ θ’. 
    Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.
 (ἡ Μικρὰ Συναπτή, «Αἴτησις»)
Ιερευς :τι καὶ ἔτι, ἐν εἰρήνῃ
Χορος: Κυριε Ελεησον
Ιερευς :Ὅτι Σὲ αἰνοῦσι πᾶσαι αἰῶνας τῶν αἰώνων.
Χορος: Αμην
((Ψαλτα εδώ))
Ἐξαποστειλάριον
Καινὴν ὁδὸν καὶ ἄτριπτον, ἀνθρώποις ἀναλαβὼν θεοφόρε, Γεωργιε Χατζηγιωργη , ταύτην θερμῶς ἕως τέλους, ἀνεπιστρόφως ὥδευσας, νόμῳ καινῷ πειθόμενος, Χριστοῦ, καὶ πρῶτος πέφηνας, καθηγητὴς Αθωνος, καὶ Μοναζόντων ἀκρότης.
Ἕτερον Ἐν Πνεύματι τῷ Ἱερῷ 
Φωστὴρ φωστήρων γέγονας, ασκητων δὲ ἀλείπτης, Γεωργιε της Καπαδοκιας τὸ κλέος, διδάσκων οἷα γενναῖος, στρατηγέτης ἄριστα, τὰς τῶν δαιμόνων ἐφόδους, μὴ πτοεῖσθαι ἀρρωγόν, κεκτημένους τὸν Χριστόν, τῆς πλάνης τὸν καθαιρέτην.
  Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε Αὐτὸν ἐν τοῖς Ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε Αὐτόν, πάντες οἱ Ἄγγελοι Αὐτοῦ· αἰνεῖτε Αὐτόν, πᾶσαι αἱ Δυνάμεις Αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεω
Στίχ Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς Ὁσίοις Αὐτοῦ.   Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος 
Ὅσιε Πάτερ Γεωργιε  , σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπὶ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατᾶν καταβέβληκας, καὶ τὰς ἐρήμους, πόλεις ἀνέδειξας, διὰ τοῦ τρόπου τῆς πολιτείας σου. Ὦ παμμακάριστε, Ἀσκητῶν τὸ καύχημα, διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.
Στίχ Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις Αὐτοῦ· αἰνεῖτε Αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως Αὐτοῦ.
Ὅσιε Πάτερ Γεωργιε , διὰ τὴν ὄντως ζωήν, εν τω σπηλαιω  κέκλεισαι, μηδόλως πτοούμενος, προσβολὰς τοῦ ἀλάστορος, τὰς μετὰ κτύπων καὶ κρότων Ὅσιε· ταῖς δὲ εὐχαῖς σου, ταύτας ἠδάφισας. Ὦ καρτερόψυχε, τῆς ἐρήμου πρώταρχε, διὸ καὶ νῦν, πάντες σε γεραίρομεν, καὶ μακαρίζομεν.                     Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἐδείχθης ὡς ἐλαία Πάτερ Γεωργιε σοφέ, ἐν τῷ οἴκῳ Κυρίου, κατάκαρπος, ἐξ ἧς σοφῶς, ἔπλησας λαμπάδα τῶν ἀρετῶν, μεθ' ἧς καὶ εἰσελήλυθας, ἐν τῇ εὐωχίᾳ τῶν οὐρανῶν, ἐν οἷς συναπολαύεις, μετὰ τῶν ἀσωμάτων, τῆς ἀκηράτου καὶ ἀΰλου ζωῆς.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Λιπάνας τὴν ψυχήν σου ταῖς ἀρεταῖς, ἐγκρατείας ἐδείχθης διδάσκαλος Γεωργιε Οσιε , καὶ τῆς σεπτῆς, τοῦ βίου μυσταγωγός, ὑποτύπωσις, καὶ τῆς Ἐκκλησίας φωταγωγός, καὶ στήλη τῶν δογμάτων τὴν πλάνην, ἀδιαλείπτως στηλιτεύουσα.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Θαῦμα Γεωργιε Οσιε Πανάριστε! ὅτι τὸν λογον, ἐκ τοῦ Πατρὸς ἐκλάμψαντα, ὁμοούσιον Λόγον, γεγέννηκας ἀπορρήτως· ὅθεν ὁμολογοῦμεν Αγιε της καπαδοκιας γονος, ἀληθῶς καὶ κυρίως, ὡς ἀληθῆ, τοῦ Θεοῦ διεσκεδασς · ὃν ἐκδυσώπει, αὐτὸν, ὑπὲρ του γένους ἀνθρώπων.
Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ὀρθοδοξίας πρόμαχος, βάσις τῆς Ἐκκλησίας, Μοναχων  ἔρεισμα, καὶ σοφὸς ἀνεδείχθης Γεωργιε Χατζηγιωργη , πρὸς εὐσεβείας, καθοδηγῶν τὸ ποίμνιον, ἀτιθάσους ὡς θῆρας ἀποσοβῶν, κακοδόξων φάλαγγας Θεοφάντορ, τρανῶν τὸ ὁμοούσιον, τῆς ἁγίας Τριάδος.
Στίχ Αἰνεῖτε Αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε Αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πίστει συνελθόντες πάντες σε, ὡς Ἀσκητὴν τοῦ Χριστοῦ, σὲ τιμῶμεν Αγιε Γεωργιε Χατζηγιωργη  γεγηθὼς γὰρ ὥδευσας, ἐν τω ορει σαφέστατα, καθηγητής τε ταύτης ἐγένου πιστός· ὅθεν σοι πάντες, ἡμεῖς κραυγάζομεν. Ὦ παμμακάριστε, Ασκητων τὸ καύχημα, τῷ Λυτρωτῇ, ἀπαύστως ἱκέτευε, εἰς τὸ σωθῆναι ἡμᾶς.
Δόξα Πατρι και Υιω και Αγιω Πνευματι
Οὐρανοδρόμῳ ἐπιβὰς ὀχήματι θεσπέσιε, τῶν ἀρετῶν κατέλαβες  δι᾿ ἀσκήσεως, ἐκ τῆς ἐρήμου πολεύων, τῆς ἄνω Ἱερουσαλήμ, τὰ ὑπερκόσμια, καὶ τῶν ἐκ πόνων ἀγώνων, ἀξίως τὰ γέρα κομισάμενος, ταῖς οὐρανίαις συναγάλλῃ, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, καὶ τῆς Βασιλείας οἰκήτωρ γενόμενος. Ἀλλὰ πρέσβευε θεοφόρε Γεωργιε Χατζηγιωργη   , τῷ Σωτῆρι τῶν ὅλων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Μεγάλη Δοξολογία.
Δόξα Σοι τῷ δείξαντι τὸ φῶς.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
μνοῦμέν Σε, εὐλογοῦμέν Σε, προσκυνοῦμέν Σε, δοξολογοῦμέν Σε, εὐχαριστοῦμέν Σοι, διὰ τὴν μεγάλην Σου δόξαν.
Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ Παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
τι Σὺ εἶ μόνος Ἅγιος, Σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω Σε, καὶ αἰνέσω τὸ ὄνομά Σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά Σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ Σέ.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά Σου (ἐκ γ’).
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν Σοι.
Κύριε, πρὸς Σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
τι παρὰ Σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί Σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός Σου τοῖς γινώ-σκουσί Σε.
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς      (ἐκ γ’).
Δόξα. Καὶ νῦν.
γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Εἶτα ψάλλεται ἰσχυροτέρᾳ φωνῇ· Ἅγιος ὁ Θεός, γιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Απολυτικιον Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
 Καπαδοκίας ο γόνος και του Αθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Γεώργιον Χατζηγιώργη  τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, εξοριας βασανων τα δεινα ,νηστείας αγρυπνίας, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσούντας, τών εν πίστει προστρεχόντων σοι, Δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ θαυματώσαντι , δόξα τώ ενεργούντι διά σού πάσιν ιάματα
ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
Εις την λειτουργιαν
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
 Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον    ημάς
Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς. 
Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.
 ΙΕΡΕΑΣ= Έτι και έτι εν ειρήνη του Κυρίου δεηθώμεν.

ΧΟΡΟΣ = Κύριε Ελέησον

ΙΕΡΕΑΣ= Αντιλαβού, σώσον, ο Θεός, τη ση χάριτι.
ΧΟΡΟΣ = Κύριε Ελέησον
ΙΕΡΕΑΣ= Της Παναγίας, αχράντου, Χριστώ τω Θεώ παραθώμεθα.
ΧΟΡΟΣ =  Σοι Κύριε
ΙΕΡΕΑΣ=  Ότι σον το κράτος, και εις τους αιώνας των αιώνων.
ΧΟΡΟΣ = Αμήν.
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο εν αγίοις θαυμαστός  , ψάλλοντάς σοι. Αλληλούια.
 Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο εν αγίοις θαυμαστός, ψάλλοντάς σοι. Αλληλούια.
Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον ημάς, Υιέ Θεού, ο εν αγίοις θαυμαστός, ψάλλοντάς σοι. Αλληλούια. 
Δόξα Πατρί και υιώ και αγίω πνεύματι  Καί νύν. και αεί και εις τους αιώνας των αιώνων αμήν .
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
 ΙΕΡΕΑΣ= Έτι και έτι εν ειρήνη του Κυρίου δεηθώμεν.
ΧΟΡΟΣ = Κύριε Ελέησον
ΙΕΡΕΑΣ= Αντιλαβού, ο Θεός, τη ση χάριτι.
ΧΟΡΟΣ = Κύριε Ελέησον
ΙΕΡΕΑΣ= Της Παναγίας, αχράντου, Χριστώ τω Θεώ παραθώμεθα.
ΧΟΡΟΣ =  Σοι Κύριε
ΙΕΡΕΑΣ=  Ότι αγαθός και φιλάνθρωπος Θεός αιώνας των αιώνων.
ΧΟΡΟΣ = Αμήν. Αύτη η ημέρα Κυρίου, αγαλλιασώμεθα καί ευφρανθώμεν εν αυτή.
Απολυτικιον Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
 Καπαδοκίας ο γόνος και του Αθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Γεώργιον Χατζηγιώργη  τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, εξοριας βασανων τα δεινα ,νηστείας αγρυπνίας, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσούντας, τών εν πίστει προστρεχόντων σοι, Δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ θαυματώσαντι , δόξα τώ ενεργούντι διά σού πάσιν ιάματα
 ΙΕΡΕΑΣ=  Σοφία. Ορθοί.
 ΙΕΡΕΑΣ=  Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο εν αγιοις θαυμαστός …….
ΧΟΡΟΣ = ψάλλοντάς σοι Αλληλούϊα.
Απολυτικιον Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
 Καπαδοκίας ο γόνος και του Αθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Γεώργιον Χατζηγιώργη  τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, εξοριας βασανων τα δεινα ,νηστείας αγρυπνίας, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσούντας, τών εν πίστει προστρεχόντων σοι, Δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ θαυματώσαντι , δόξα τώ ενεργούντι διά σού πάσιν ιάματα
Ο ΧΟΡΟΣ
Ἀπολυτίκιον
Ἦχος α
́. Τῆς ἐρήμου πολίτης.
 Καπαδοκίας ο γόνος και του Αθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Γεώργιον Χατζηγιώργη  τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, εξοριας βασανων τα δεινα ,νηστείας αγρυπνίας, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσούντας, τών εν πίστει προστρεχόντων σοι, Δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ θαυματώσαντι , δόξα τώ ενεργούντι διά σού πάσιν ιάματα.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α
́. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα, τοῦ ὄρους Ἄθωνος, τὸν ἐπ' ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λαμπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, Γεώργιον Χατζηγιώργη
  τιμήσωμεν.
Απολυτίκιον τού Ναού 
ΚΟΝΤΑΚΙΟΝ
Ἀνεδείχθης ἥλιος, της Εκκλησιας Σοφε , των μοναχων το διδαγμα , διό καί λογων νοητόν, τό ἐκ Θεοῦ σύ ἐξέχεας, χειμαζομένοις, Γεωργιε Χατζηγιωργη  πανσεβάσμιε. 
Ευαγγελιον
ΙΕΡΕΑΣ=  Εκ του κατά Ἐκ τοῦ κατὰ Ἰωάννην αγίου Ευαγγελίου το ανάγνωσμα. Πρόσχωμεν.
ιε΄ 1 - 11

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτόῦ Μαθηταῖς· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι. πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ. ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ' ἑαυτοῦ, ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μένητε. ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται. ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται. ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε, καὶ γένησθε ἐμοὶ μαθηταί. καθὼς ἠγάπησέ με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
ΧΟΡΟΣ = Δόξα σοι, Κύριε, δόξα σοι.
Μεγαλυναριον Τοῦ Ὁσίου
Τῆς ὁμολογίας Χριστιανῶν, Ασκητων ἔθεντό σε στῦλον, ἀδιάσειστον ὁ Θεός, τὸ σεπτόν σου σκῆνος, Γεωργιε Χατζηγιωργη  δοὺς πᾶσι, τοῖς ἐναντίοις λίθον δεινοῦ προσκόμματος.
 ΙΕΡΕΑΣ=  Πρόσχωμεν
ΙΕΡΕΑΣ=  Tα Άγια τοις Αγίοις.
ΧΟΡΟΣ = Εις άγιος, εις Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
ΧΟΡΟΣ = Αινείτε τόν Κύριον εκ τώv ουρανώv, Αινείτε αυτόν εν τοίς υψίστοις. Αλληλούϊα. 
getphoto
Αγνή Παρθένε Δέσποινα- Άχραντε Θεοτόκε
             Χαίρε Νύμφη Ανύμφευτε
Παρθένε Μήτηρ Άνασσα- Πανένδροσε τε πόκε
             Χαίρε Νύμφη Ανύμφευτε               
Υψηλοτέρα ουρανών -ακτίνων λαμπροτέρα
             Χαίρε Νύμφη Ανύμφευτε
Χαρά Παρθενικών Χορών- αγγέλων υπερτέρα
             Χαίρε Νύμφη Ανύμφευτε                                     Εκλαμπροτέρα ουρανών -φωτός καθαρωτέρα
               Χαίρε Νύμφη Ανύμφευτε
των ουρανίων στρατιών -πασών αγιωτέρα
               Χαίρε Νύμφη Ανύμφευτε
Μαρία Αειπάρθενε- Κόσμου παντός Κυρία
           Χαίρε Νύμφη Ανύμφευτε
Άχραντε Νύμφη πάναγνε- Δέσποινα Παναγία
           Χαίρε Νύμφη Ανύμφευτε
Μαρία Νύμφη Άνασσα -χαράς ημών αιτία
           Χαίρε Νύμφη Ανύμφευτε
Κόρη σεμνή Βασίλισσα -Μήτηρ Υπεραγία
        Χαίρε Νύμφη Ανύμφευτε
Τιμιωτέρα Χερουβείμ-υπερενδοξοτέρα.
         Χαίρε Νύμφη Ανύμφευτε
των ασωμάτων Σεραφείμ-των θρόνων υπερτέρα
         Χαίρε Νύμφη Ανύμφευτε
Χαίρε το άσμα Χερουβείμ -χαίρε ύμνος Αγγέλων
         Χαίρε Νύμφη Ανύμφευτε
Χαίρε ωδή των Σεραφείμ-χαρά των Αρχαγγέλων
          Χαίρε Νύμφη Ανύμφευτε
 Χαίρε ειρήνη και χαρά-λιμήν της σωτηρίας
          Χαίρε Νύμφη Ανύμφευτε
Παστάς του Λόγου ιερά-άνθος της αφθαρσίας
          Χαίρε Νύμφη Ανύμφευτε
Χαίρε Παράδεισε τρυφής-ζωής τε αιωνίας
        Χαίρε Νύμφη Ανύμφευτε
Χαίρε το ξύλον της ζωής-Πηγή αθανασίας
        Χαίρε Νύμφη Ανύμφευτε                                
Σε ικετεύω Δέσποινα-Σε ων επικαλούμαι
         Χαίρε Νύμφη Ανύμφευτε
Σε δυσωπώ, Παντάνασσα- Σήν χάριν εξαιτούμε
            Χαίρε Νύμφη Ανύμφευτε
Κόρη σεμνή και άσπιλε-Δέσποινα Παναγία
           Χαίρε Νύμφη Ανύμφευτε
Θερμώς επικαλούμαι Σε-Ναέ ηγιασμένε
          Χαίρε Νύμφη Ανύμφευτε
Αντιλαβού μου, ρύσαι με-από τού πολεμίου
          Χαίρε Νύμφη Ανύμφευτε
Και κληρονόμον δείξον με-ζωής της αιωνίου
           Χαίρε Νύμφη Ανύμφευτε
 ΙΕΡΕΑΣ=  Μετά φόβου Θεού, πίστεως και αγάπης προσέλθετε.
ΧΟΡΟΣ = Αμην αμήν εις άφεσιν αμαρτιών και ζωήν την αιώνιον αμήν  
 ΙΕΡΕΑΣ=  Του Κυρίου δεηθώμεν.
ΧΟΡΟΣ =  Κύριε Ελέησον
ΙΕΡΕΑΣ= + Ευλογία Κυρίου και έλεος τους αιώνας των αιώνων.
ΧΟΡΟΣ = Αμήν.
 ΙΕΡΕΑΣ= Δόξα σοι Χριστέ ο Θεός, και ελεήμων Θεός.
ΧΟΡΟΣ = Τον ευλογούντα και αγιαζόντα ημάς κύριε φύλατε εις πολλά έτη . 
ΙΕΡΕΑΣ=  Δι' ευχών των αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, ελέησον και σώσον ημάς.
ΧΟΡΟΣ = Αμήν.
 ΙΕΡΕΑΣ=  + Η Αγία Τριάς διαφυλάξοι πάντα υμάς.
 Τελος και τω θεω δοξα


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.